κατιδὼν γὰρ οἰκίαν πλουσίαν καὶ οὐκ εὐνομουμένην, ἧς ἡγεμὼν μὲν ἦν γυνὴ μέγα φρονοῦσα καὶ νοῦν οὐκ ἔχουσα, νεανίσκος δὲ ὀρφανὸς ἡμιμανὴς διεχείριζε τὴν οὐσίαν, Ἀρίσταρχος ὁ τοῦ Μόσχου, τούτου προσποιησάμενος ἐραστὴς εἶναι, καὶ τὸ μειράκιον εἰς τὴν φιλανθρωπίαν ταύτην προκαλεσάμενος, προκαλεσάμενος Linder: προσκαλεσάμενος MSS. ἐλπίδων κενῶν ἐμπλήσας, ὡς αὐτίκα δὴ μάλα τῶν ῥητόρων πρωτεύσοντα, κατάλογον ἀποφαίνων, τοιούτων εἰσηγητὴς αὐτῷ καὶ διδάσκαλος ἔργων ἐγένετο, ἐξ ὧν ἐκεῖνος μὲν φεύγει τὴν πατρίδα, οὗτος δʼ αὐτοῦ τὰ τῆς φυγῆς ἐφόδια προλαβὼν τρία τάλαντα ἀπεστέρηκε, Νικόδημος δʼ ὁ Ἀφιδναῖος ὑπʼ Ἀριστάρχου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν ἐκτμηθείς, ἐκτμηθείς Blass (Suidas under the word παρρησία ) · ἀποτμηθείς MSS. ᾗ ἐπαρρησιάζετο πιστεύων τοῖς νόμοις καὶ ὑμῖν. ἔπειθʼ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Σωκράτην μὲν τὸν σοφιστὴν ἀπεκτείνατε, ὅτι Κριτίαν ἐφάνη πεπαιδευκώς, ἕνα τῶν τριάκοντα τῶν τὸν δῆμον καταλυσάντων, Δημοσθένης δʼ ὑμῖν ἑταίρους ἐξαιρήσεται, ἐξαιρήσεται Blass’ conjecture, confirmed by the Geneva papyrus: ἐξαιτήσεται MSS. ὁ τηλικαύτας τιμωρίας λαμβάνων παρὰ τῶν ἰδιωτῶν καὶ δημοτικῶν ἀνθρώπων ὑπὲρ τῆς ἰσηγορίας, ᾧ παρακεκλημένοι τινὲς τῶν μαθητῶν ἥκουσιν ἐπὶ τὴν ἀκρόασιν· κατεπαγγέλλεται γὰρ πρὸς αὐτούς, ἐργολαβῶν ἐφʼ ὑμᾶς, ὡς ἐγὼ πυνθάνομαι, λήσειν μεταλλάξας τὸν ἀγῶνα καὶ τὴν ὑμετέραν ἀκρόασιν, καὶ περιστήσειν τῷ μὲν φεύγοντι φεύγοντι Blass (Suidas under the word δεῦρο ) · φυγόντι MSS. θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ, ἐκπεπλῆχθαι δὲ τῷ κατηγόρῳ καὶ πεφοβῆσθαι περὶ αὑτοῦ, τοσούτους δὲ καὶ τηλικούτους ἐκκαλεῖσθαι ἐκκαλεῖσθαι Cobet: ἐκκαλέσεσθαι or ἐκκαλέσασθαι MSS. παρὰ τῶν δικαστῶν θορύβους, παρεμβάλλων τὰς ἐμὰς δημηγορίας καὶ ψέγων τὴν εἰρήνην τὴν διʼ ἐμοῦ καὶ Φιλοκράτους γεγενημένην, ὥστʼ οὐδὲ ἀπαντήσεσθαί με ἐπὶ τὸ δικαστήριον ἀπολογησόμενον, ὅταν τῆς πρεσβείας τὰς εὐθύνας διδῶ, ἀλλʼ ἀγαπήσειν, ἐὰν μετρίῳ τιμήματι περιπέσω καὶ μὴ θανάτῳ ζημιῶμαι. μηδενὶ δὴ τρόπῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάνεθʼ ὁρᾶν εἰσεληλυθότα ἀπὸ τοῦ δικαστηρίου οἴκαδε καὶ σεμνυνόμενον ἐν τῇ τῶν μειρακίων διατριβῇ, καὶ διεξιόντα, ὡς εὖ τὸ πρᾶγμα ὑφείλετο τῶν δικαστῶν· ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρχον αἰτιῶν, ἐπέστησα φέρων ἐπὶ τὸν κατήγορον καὶ Φίλιππον καὶ Φωκέας, καὶ φόβους ἐπήρτησα τοῖς ἀκροωμένοις, ὥσθʼ ὁ μὲν φεύγων κατηγόρει, ὁ δὲ κατηγορῶν ἐκρίνετο, οἱ δὲ δικασταί, ὧν μὲν ἦσαν κριταί, κριταί Herwerden: δικασταί MSS. ἐπελάθοντο, ὧν δʼ οὐκ ἦσαν, ἦσαν Franke, Herwerden: ἦσαν κριταί MSS. περὶ τούτων ἤκουον.