ὅλως δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ἔξωθεν τοῦ πράγματος ἀπολογίας μὴ προσδέχεσθε, πρῶτον μὲν τῶν ὅρκων ἕνεκα οὓς ὠμόσατε, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ παρακρουσθῆναι ὑπὸ ἀνθρώπου τεχνίτου λόγων. μικρὸν δʼ ἄνωθεν ἄρξομαι διδάσκειν ὑμᾶς. Δημοσθένης γάρ, ἐπειδὴ τὴν πατρῴαν οὐσίαν ἀνήλωσε, περιῄει περιῄει περὶ MSS.: Blass brackets περὶ. τὴν πόλιν θηρεύων νέους πλουσίους, πλουσίους Cobet: πλουσίους ὀρφανούς MSS. ὧν οἱ μὲν πατέρες ἐτετελευτήκεσαν, αἱ δὲ μητέρες διῴκουν τὰς οὐσίας. πολλοὺς δʼ ὑπερβὰς ἑνὸς τῶν δεινὰ πεπονθότων μνησθήσομαι.