ἀλλʼ ὅμως οὕτω σαφῶς τούτων διωρισμένων, πολλαὶ παρεμβολαὶ λόγων ὑπὸ Δημοσθένους εὑρεθήσονται. καὶ ταῖς μὲν ὑπὲρ ὑπὲρ H. Wolf: ὑπὸ MSS. τοῦ πράγματος κακοηθείαις λεγομέναις ἧττον ἄν τις ἀγανακτήσειεν· ἃ δὲ ἔξωθεν ἐπεισάξεται λυμαινόμενος τὰ τῆς πόλεως δίκαια, ἐπὶ τούτοις ἄξιόν ἐστιν ὀργισθῆναι. πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται, ἀναμειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς ἄμουσός τις οὗτος καὶ ἀπαίδευτος ἄνθρωπός ἐστι. τὸ μὲν γὰρ εἰς τὸν Φίλιππον τῷ λόγῳ πλημμελεῖν ἀμαθὲς μὲν καὶ ἄκαιρον, ἔλαττον δʼ οὗ μέλλω λέγειν ἁμάρτημα· ὁμολογουμένως γὰρ εἰς ἄνδρα, καίπερ οὐκ ὢν αὐτὸς ἀνήρ, τὰς βλασφημίας ποιήσεται· ὅταν δὲ ταῖς εἰς τὸν παῖδα πεπραγματευμέναις μεταφοραῖς ὀνομάτων αἰσχρὰς ὑποψίας παρεμβάλλῃ, καταγέλαστον τὴν πόλιν ποιεῖ. ὡς γὰρ τὰς ἐμὰς εὐθύνας βλάπτων, ἃς ὑπὲρ τῆς πρεσβείας μέλλω διδόναι, φησί με, ὅτʼ αὐτὸς πρώην ὑπὲρ τοῦ παιδὸς Ἀλεξάνδρου διεξῄει, ὡς ἔν τῳ πότῳ ἡμῶν κιθαρίζοι καὶ λέγοι ῥήσεις τινὰς καὶ ἀντικρούσεις πρὸς ἕτερον παῖδα, καὶ περὶ τούτων ἃ δή ποτε αὐτὸς ἐτύγχανε γιγνώσκων πρὸς τὴν βουλὴν ἀπεφήνατο, οὐχ ὡς συμπρεσβευτήν, ἀλλʼ ὡς συγγενῆ τοῖς εἰς τὸν παῖδα σκώμμασιν ἀγανακτῆσαι. ἐγὼ δʼ Ἀλεξάνδρῳ μὲν εἰκότως διὰ τὴν ἡλικίαν οὐ διείλεγμαι, Φίλιππον δὲ νῦν μὲν διὰ τὴν τῶν λόγων εὐφημίαν ἐπαινῶ· ἐὰν δʼ ὁ αὐτὸς ἐν τοῖς πρὸς ἡμᾶς ἔργοις γένηται, οἷος νῦν ἐστιν ἐν τοῖς ἐπαγγέλμασιν, ἀσφαλῆ καὶ ῥᾴδιον τὸν καθʼ αὑτοῦ ποιήσεται ἔπαινον. ἐπετίμησα δʼ ἐν τῷ βουλευτηρίῳ Δημοσθένει οὐ τὸν παῖδα ἐκθεραπεύων, ἀλλʼ ἐὰν τὰ τοιαῦτα ἀποδέχησθε, ὁμοίαν νομίζων τὴν πόλιν φανήσεσθαι τῇ τοῦ λέγοντος ἀκοσμίᾳ. ὅλως δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ἔξωθεν τοῦ πράγματος ἀπολογίας μὴ προσδέχεσθε, πρῶτον μὲν τῶν ὅρκων ἕνεκα οὓς ὠμόσατε, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ παρακρουσθῆναι ὑπὸ ἀνθρώπου τεχνίτου λόγων. μικρὸν δʼ ἄνωθεν ἄρξομαι διδάσκειν ὑμᾶς. Δημοσθένης γάρ, ἐπειδὴ τὴν πατρῴαν οὐσίαν ἀνήλωσε, περιῄει περιῄει περὶ MSS.: Blass brackets περὶ. τὴν πόλιν θηρεύων νέους πλουσίους, πλουσίους Cobet: πλουσίους ὀρφανούς MSS. ὧν οἱ μὲν πατέρες ἐτετελευτήκεσαν, αἱ δὲ μητέρες διῴκουν τὰς οὐσίας. πολλοὺς δʼ ὑπερβὰς ἑνὸς τῶν δεινὰ πεπονθότων μνησθήσομαι.