ἔπειτα καὶ τὴν εὐήθειαν τοῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γὰρ ἂν τοῦθʼ ὁμολογήσαιμεν, ὅτι τὰς συνθήκας τῆς πρὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνα ὁ μὴ παραβὰς τὰ γεγραμμένα δίκην λάβῃ τῇ ψήφῳ παρὰ τοῦ παραβάντος. οὐκοῦν, εἴπερ τὸ πρᾶγμα δίκης προσδεῖται, τοῖς κατὰ γραμματεῖον ἡταιρηκόσιν, ἂν ἀδικῶνται, ἡ τῶν νόμων ὡς ὡς Bremi: ὧν MSS. οὗτοί φασιν ἐπικουρία καταλείπεται. καὶ τίς ἂν λόγος ἑκατέρου φανείη; μὴ γὰρ ὑπʼ ἐμοῦ λεγόμενον, ἀλλὰ γιγνόμενον τὸ πρᾶγμα νομίσαθʼ ὁρᾶν. ἔστω γὰρ ὁ μὲν μισθωσάμενος δίκαιος εἰς τὸ πρᾶγμα, ὁ δὲ μισθωθεὶς ἄδικος καὶ βέβαιος, ἢ πάλιν τοὐναντίον ὁ μὲν μισθωθεὶς μέτριος καὶ ποιῶν τὰ ὡμολογημένα, ὁ δὲ τὴν ἡλικίαν προλαβὼν καὶ μισθωσάμενος ἐψεύσθω· καὶ δικαστὰς ὑμᾶς αὐτοὺς ὑπολάβετε καθῆσθαι. οὐκοῦν ὁ πρεσβύτερος, ἀποδοθέντος τοῦ ὕδατος αὐτῷ καὶ λόγου, κατηγορῶν κατηγορῶν Reiske: MSS. vary between κατηγορίαν, κατηγορίας, and κατηγοριῶν. μετὰ σπουδῆς, βλέπων δηλονότι πρὸς ὑμᾶς, λέξει· ἐμισθωσάμην, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχον ἑταιρεῖν ἐμαυτῷ κατὰ τὸ γραμματεῖον τὸ παρὰ Δημοσθένει κείμενον· οὐδὲν γὰρ κωλύει οὕτως εἰρῆσθαι· ὁ δʼ οὐ ποιεῖ μοι τὰ ὡμολογημένα. καὶ ταῦτʼ ἤδη διέξεισι δηλονότι πρὸς τοὺς δικαστάς, λέγων ἃ χρὴ τὸν τοιοῦτον ποιεῖν. ἔπειτα οὐ καταλευσθήσεται ὁ μισθούμενος τὸν Ἀθηναῖον παρὰ τοὺς νόμους, καὶ προσοφλὼν ἄπεισιν ἐκ τοῦ δικαστηρίου οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν πολλὴν Blass (Scholiast): ἄλλην MSS. ὕβριν; ἀλλʼ οὐχ οὗτος, ἀλλʼ ὁ μισθωθεὶς δικάζεται. λεγέτω δὴ παρελθών, ἢ ἢ added by Blass. ὁ σοφὸς Βάταλος ὑπὲρ αὐτοῦ, ἵνʼ εἰδῶμεν τί ποτʼ ἐρεῖ. ἄνδρες δικασταί, ἐμισθώσατό με ἑταιρεῖν αὑτῷ ἀργυρίου ὁστισδηποτοῦν. οὐδὲν γὰρ διαφέρει· διαφέρει Hamaker: διαφέρει οὕτως εἰρῆσθαι MSS. κἀγὼ μὲν ἅπαντα καὶ πεποίηκα καὶ ἔτι καὶ νῦν ποιῶ κατὰ τὸ γραμματεῖον, ἃ χρὴ ποιεῖν τὸν ἑταιροῦντα· οὗτος δὲ ὑπερβαίνει τὰς συνθήκας. ἔπειτʼ οὐ πολλὴ κραυγὴ παρὰ τῶν δικαστῶν αὐτῷ ἀπαντήσεται; τίς γὰρ οὐκ ἐρεῖ· ἔπειτα ἐμβάλλεις ἐμβάλλεις Bremi: ἐμβαλλεῖς, or ἐμβάλλῃ MSS. εἰς τὴν ἀγοράν, ἢ στεφανοῖ, ἢ πράττεις τι τῶν αὐτῶν ἡμῖν; οὐκοῦν οὐδὲν ὄφελος τῆς συγγραφῆς. πόθεν οὖν ἴσχυκε καὶ σύνηθες γεγένηται λέγειν, ὡς κατὰ γραμματεῖον ἤδη τινὲς ἡταίρησαν, ἐρῶ. ἐρῶ Blass: ἤδη ἐρῶ MSS. ἀνὴρ εἷς τῶν πολιτῶν (τὸ δʼ ὄνομα οὐ λέξω· τὰς γὰρ ἀπεχθείας φεύγω) οὐδὲν προϊδόμενος ὧν ὀλίγῳ πρότερον ἐγὼ διεξῆλθον πρὸς ὑμᾶς, λέγεται κατὰ συνθήκας ἡταιρηκέναι τὰς παρʼ Ἀντικλεῖ κειμένας· οὐκ ὢν δʼ δ’ added by Bekker. ἰδιώτης, ἀλλὰ πρὸς τὰ κοινὰ προσιὼν καὶ λοιδορίαις περιπίπτων, εἰς συνήθειαν ἐποίησε τοῦ λόγου τούτου τὴν πόλιν καταστῆναι, καὶ διὰ τοῦτο ἐρωτῶσί τινες, εἰ κατὰ γραμματεῖον ἡ πρᾶξις γεγένηται. ὁ δὲ νομοθέτης οὐχ ὅπως τὸ πρᾶγμα γεγένηται ἐφρόντισεν, ἀλλʼ ἐὰν ὁπωσοῦν μίσθωσις γένηται, κατέγνωκε τοῦ πράξαντος αἰσχύνην.