ἐὰν δʼ ἐπιχειρῶσι λέγειν, ὡς οὐχ ἡταίρηκεν ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη, καὶ γραμματεῖον καὶ μάρτυρας ἀξιῶσί με τούτων παρασχέσθαι, πρῶτον μὲν τοὺς περὶ τῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐν οἷς οὐδαμοῦ μνείαν ὁ νομοθέτης περὶ συνθηκῶν πεποίηται. οὐ γάρ, εἰ κατὰ γραμματεῖόν τις ἑαυτὸν κατῄσχυνε, τοῦτʼ ἐξήτασεν, ἀλλὰ παντελῶς, ὅπως ἂν ἡ πρᾶξις γένηται, τὸν πράξαντα κελεύει μὴ μετέχειν τῶν τῆς πόλεως κοινῶν. εἰκότως· ὅστις γὰρ νέος ὢν ἀπέστη διʼ αἰσχρὰς ἡδονὰς τῆς εἰς τὰ καλὰ φιλοτιμίας, τοῦτον οὐκ ᾠήθη δεῖν πρεσβύτερον γενόμενον γενόμενον Hamaker: γενόμενον ὁ τοὺς νόμους εἰσφέρων MSS. ἐπίτιμον εἶναι.