Νόμος [ἄν τις Ἀθηναίων ἐλεύθερον παῖδα ὑβρίσῃ, γραφέσθω ὁ κύριος τοῦ παιδὸς πρὸς τοὺς θεσμοθέτας, τίμημα ἐπιγραψάμενος. οὗ δʼ ἂν οὗ δʼ ἂν Dobree: ᾧ ἂν ( or οὗ ἂν) MSS. τὸ δικαστήριον καταψηφίσηται, παραδοθεὶς τοῖς ἕνδεκα τεθνάτω αὐθημερόν. ἐὰν δὲ εἰς ἀργύριον καταψηφισθῇ, ἀποτεισάτω ἐν ἕνδεκα ἡμέραις μετὰ τὴν δίκην, ἐὰν μὴ παραχρῆμα δύνηται ἀποτίνειν· ἕως δὲ τοῦ ἀποτεῖσαι εἱρχθήτω. ἔνοχοι δὲ ἔστασαν ταῖσδε ταῖς αἰτίαις καὶ οἱ εἰς τὰ οἰκετικὰ σώματα ἐξαμαρτάνοντες.] ἴσως ἂν οὖν τις θαυμάσειεν ἐξαίφνης ἀκούσας, τί δή ποτʼ ἐν τῷ νόμῳ τῷ τῆς ὕβρεως προσεγράφη τοῦτο τὸ ῥῆμα, τὸ τῶν δούλων. τοῦτο δὲ ἐὰν σκοπῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, εὑρήσετε ὅτι πάντων ἄριστα ἔχει· οὐ γὰρ ὑπὲρ τῶν οἰκετῶν ἐσπούδασεν ὁ νομοθέτης, ἀλλὰ βουλόμενος ὑμᾶς ἐθίσαι πολὺ ἀπέχειν τῆς τῶν ἐλευθέρων ὕβρεως, προσέγραψε μηδʼ εἰς τοὺς δούλους ὑβρίζειν. ὅλως δὲ ἐν δημοκρατίᾳ τὸν εἰς ὁντινοῦν ὑβριστήν, τοῦτον οὐκ ἐπιτήδειον ἡγήσατο εἶναι συμπολιτεύεσθαι. κἀκεῖνο δέ μοι συνδιαμνημονεύσατε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐνταῦθʼ ὁ νομοθέτης οὔπω διαλέγεται αὐτῷ τῷ σώματι τοῦ παιδός, ἀλλὰ τοῖς περὶ τὸν παῖδα, πατρί, ἀδελφῷ, ἐπιτρόπῳ, διδασκάλοις, καὶ ὅλως τοῖς κυρίοις· ἐπειδὰν δʼ ἐγγραφῇ τις εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, καὶ τοὺς νόμους εἰδῇ τοὺς τῆς πόλεως, καὶ ἤδη δύνηται διαλογίζεσθαι τὰ καλὰ καὶ τὰ μή, οὐκέτι ἑτέρῳ διαλέγεται, ἀλλʼ ἤδη αὐτῷ, ὦ Τίμαρχε. καὶ πῶς λέγει; ἄν τις Ἀθηναίων, φησίν, ἑταιρήσῃ, μὴ ἐξέστω αὐτῷ τῶν ἐννέα ἀρχόντων γενέσθαι, ὅτι οἶμαι στεφανηφόρος ἡ ἀρχή, μηδʼ ἱερωσύνην ἱερώσασθαι, ὡς οὐδὲ καθαρεύοντι καθαρεύοντι Franke: καθαρῷ διαλέγεται MSS. τῷ σώματι, μηδὲ συνδικησάτω, φησί, τῷ δημοσίῳ, μηδὲ ἀρξάτω ἀρχὴν μηδεμίαν μηδέποτε, μήτʼ ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴν μήτε χειροτονητήν· μηδὲ κηρυκευσάτω, μηδὲ πρεσβευσάτω, μηδὲ τοὺς πρεσβεύσαντας κρινέτω, μηδὲ συκοφαντείτω μισθωθείς, μηδὲ γνώμην εἰπάτω μηδέποτε μήτε ἐν τῇ βουλῇ μήτε ἐν τῷ δήμῳ, μηδʼ ἂν δεινότατος ᾖ λέγειν Ἀθηναίων. ἐὰν δέ τις παρὰ ταῦτα πράττῃ, γραφὰς ἑταιρήσεως πεποίηκε καὶ τὰ μέγιστα ἐπιτίμια ἐπέθηκεν. λέγε αὐτοῖς καὶ τοῦτον τὸν νόμον, ἵνʼ εἰδῆτε οἵων νόμων ὑμῖν κειμένων, ὡς καλῶν καὶ σωφρόνων, τετόλμηκε Τίμαρχος δημηγορεῖν, ὁ τοιοῦτος τὸν τρόπον οἷον ὑμεῖς ἐπίστασθε.