πρῶτον δὲ λέξω τὰ τῶν ἐλευθερίως ἐλευθερίως Weidner: ἐλευθέρων MSS. καὶ καλῶς βεβιωκότων ὀνόματα. γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοι, Κρίτωνα τὸν Ἀστυόχου καὶ Περικλείδην τὸν Περιθοίδην καὶ Πολεμαγένην καὶ Πανταλέοντα τὸν Κλεαγόρου καὶ Τιμησίθεον τὸν δρομέα, καλλίστους οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Ἑλλήνων γεγενημένους, καὶ πλείστων καὶ σωφρονεστάτων τυχόντας ἐραστῶν· ἀλλʼ ὅμως οὐδεὶς πώποτε αὐτοὺς ἔψεξε.