πρῶτον δὲ λέξω τὰ τῶν ἐλευθερίως ἐλευθερίως Weidner: ἐλευθέρων MSS. καὶ καλῶς βεβιωκότων ὀνόματα. γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοι, Κρίτωνα τὸν Ἀστυόχου καὶ Περικλείδην τὸν Περιθοίδην καὶ Πολεμαγένην καὶ Πανταλέοντα τὸν Κλεαγόρου καὶ Τιμησίθεον τὸν δρομέα, καλλίστους οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Ἑλλήνων γεγενημένους, καὶ πλείστων καὶ σωφρονεστάτων τυχόντας ἐραστῶν· ἀλλʼ ὅμως οὐδεὶς πώποτε αὐτοὺς ἔψεξε. πάλιν ἐκ τῶν μειρακίων καὶ τῶν ἐν παισὶν ἔτι καὶ νῦν ὄντων πρῶτον μὲν τὸν ἀδελφιδοῦν τὸν Ἰφικράτους, υἱὸν δὲ Τεισίου τοῦ Ῥαμνουσίου, ὁμώνυμον δὲ τοῦ νυνὶ κρινομένου· κρινομένου Cobet: κρινομένου Τιμάρχου MSS. ὃς εὐπρεπὴς ὢν ἰδεῖν τοσοῦτον ἀπέχει τῶν αἰσχρῶν, ὥστε πρώην ἐν τοῖς κατʼ ἀγροὺς Διονυσίοις κωμῳδῶν ὄντων ἐν Κολλυτῷ, καὶ Παρμένοντος τοῦ κωμικοῦ ὑποκριτοῦ εἰπόντος τι πρὸς τὸν χορὸν ἀνάπαιστον, ἐν ᾧ ἦν εἶναί τινας πόρνους μεγάλους Τιμαρχώδεις, οὐδεὶς ὑπελάμβανεν εἰς τὸ μειράκιον, ἀλλʼ εἰς σὲ πάντες· οὕτω κληρονόμος εἶ τοῦ ἐπιτηδεύματος. πάλιν Ἀντικλέα τὸν σταδιοδρόμον καὶ Φειδίαν τὸν ἀδελφὸν τὸν τὸν Bekker: τοῦ MSS. Μελησίου. ἔτι δὲ εἰπεῖν ἔχων πολλοὺς παύσομαι, ἵνα μὴ δοκῶ τὸν ἔπαινον θεραπείᾳ τινὶ κατʼ αὐτῶν ποιεῖσθαι. περὶ δὲ τῶν ὁμοτρόπων τῶν Τιμάρχου, φεύγων τὰς ἀπεχθείας, ὧν ἥκιστά μοι μέλει μνησθήσομαι. τίς γὰρ ὑμῶν τὸν ὀρφανὸν καλούμενον Διόφαντον οὐκ οἶδεν, ὃς τὸν ξένον πρὸς τὸν ἄρχοντα ἀπήγαγεν, ᾧ παρήδρευεν Ἀριστοφῶν ὁ Ἀζηνιεύς, ἐπαιτιασάμενος τέτταρας δραχμὰς αὑτὸν ὑπὲρ τῆς πράξεως ταύτης ἀπεστερηκέναι, καὶ τοὺς νόμους λέγων, οἳ κελεύουσι τὸν ἄρχοντα τῶν ὀρφανῶν ἐπιμελεῖσθαι, τοὺς ὑπὲρ τῆς σωφροσύνης κειμένους αὐτὸς αὐτὸς Bekker: the MSS. omit or have αὐτοὺς. ὑπερβεβηκώς; ἢ τίς τῶν πολιτῶν οὐκ ἐδυσχέρανε ἐδυσχέρανε Blass: ἐδυσχέοαινε MSS. Κηφισόδωρον τὸν τοῦ Μόλωνος καλούμενον καλλίστην ὥραν ὄψεως ἀκλεέστατα διεφθαρκότα; ἢ Μνησίθεον τὸν τοῦ μαγείρου καλούμενον; ἢ πολλοὺς ἑτέρους, ὧν ἑκὼν ἐπιλανθάνομαι; οὐ γὰρ ἐπεξελθεῖν αὐτῶν ἕκαστον κατʼ ὄνομα πικρῶς βούλομαι, ἀλλὰ μᾶλλον τῶν τοιούτων ἀπορεῖν ἂν εὐξαίμην ἐν τῷ λόγῳ διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν. ἐπειδὴ δὲ ἑκατέρων προελόμενοί τινας διεξεληλύθαμεν, χωρὶς μὲν τοὺς διὰ σωφροσύνης ἐρωμένους, χωρὶς δὲ τοὺς εἰς ἑαυτοὺς ἐξαμαρτάνοντας, ὑμεῖς ἤδη τοῦτʼ ἐρωτηθέντες ἀποκρίνασθε πρὸς ἐμέ, εἰς ὁποτέραν τὴν τὴν added by Blass. τάξιν Τίμαρχον κατανέμετε, πότερα εἰς τοὺς ἐρωμένους ἢ εἰς τοὺς πεπορνευμένους. οὐκοῦν μὴ καταλιπὼν ἣν εἵλου συμμορίαν αὐτομολήσῃς εἰς τὰς τῶν ἐλευθέρων διατριβάς. ἐὰν δʼ ἐπιχειρῶσι λέγειν, ὡς οὐχ ἡταίρηκεν ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη, καὶ γραμματεῖον καὶ μάρτυρας ἀξιῶσί με τούτων παρασχέσθαι, πρῶτον μὲν τοὺς περὶ τῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐν οἷς οὐδαμοῦ μνείαν ὁ νομοθέτης περὶ συνθηκῶν πεποίηται. οὐ γάρ, εἰ κατὰ γραμματεῖόν τις ἑαυτὸν κατῄσχυνε, τοῦτʼ ἐξήτασεν, ἀλλὰ παντελῶς, ὅπως ἂν ἡ πρᾶξις γένηται, τὸν πράξαντα κελεύει μὴ μετέχειν τῶν τῆς πόλεως κοινῶν. εἰκότως· ὅστις γὰρ νέος ὢν ἀπέστη διʼ αἰσχρὰς ἡδονὰς τῆς εἰς τὰ καλὰ φιλοτιμίας, τοῦτον οὐκ ᾠήθη δεῖν πρεσβύτερον γενόμενον γενόμενον Hamaker: γενόμενον ὁ τοὺς νόμους εἰσφέρων MSS. ἐπίτιμον εἶναι.