πῶς διῴκηκε τὴν ἑαυτοῦ οὐσίαν; κατεδήδοκε τὰ πατρῷα καὶ καὶ Hamaker: καὶ τὰ τῶν φίλων MSS. μεμισθαρνηκὼς τῷ σώματι καὶ δωροδοκῶν δημοσίᾳ πάντʼ ἠφάνικεν, ὥστε μηδὲν ἄλλʼ ἢ τὰς αἰσχύνας αὐτῷ περιεῖναι. χαίρει δὲ τῷ συνών; Ἡγησάνδρῳ. ὁ δʼ Ἡγήσανδρος ἐκ τίνων ἐστὶν ἐπιτηδευμάτων; ἐκ τούτων ἃ τὸν πράξαντα οἱ νόμοι ἀπαγορεύουσι μὴ δημηγορεῖν. ἐγὼ δὲ τί λέγω κατὰ Τιμάρχου, καὶ τίνα ποτʼ ἐστὶν ἃ ἀντιγέγραμμαι; δημηγορεῖν The MSS. have μὴ δημηγορεῖν · Blass brackets μὴ. Τίμαρχον πεπορνευμένον καὶ τὴν πατρῴαν οὐσίαν κατεδηδοκότα. ὑμεῖς δὲ τί ὀμωμόκατε; ὑπὲρ αὐτῶν ψηφιεῖσθαι ὧν ἂν ἡ δίωξις ᾖ.