πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδʼ ἐκ διαβολῆς, ἀλλʼ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι· ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής, καὶ πόλλʼ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντίʼ ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω, χὤστις ἔστʼ ἀνὴρ σοφός, λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν σκοπῶν δίαιτάν θʼ, θ’ added by Boissonade from an ancient quotation. ἥντινʼ ἡμερεύεται. ἡμερεύεται Gainsford: ἐμπορεύεται MSS. ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ἐσθ’ οἵοισπερ ἥδεται H. Wolf: ἔστιν οἵσπερ ἥδεται or ἔστιν ἕκαστος οἷσπερ ἥδεται MSS. ξυνών. Euripides, Phoenix : Nauck 812.