ὁ τοίνυν οὐδενὸς ἧττον σοφὸς τῶν ποιητῶν Εὐριπίδης, ἕν τι τῶν καλλίστων ὑπολαμβάνων εἶναι τὸ σωφρόνως ἐρᾶν, ἐν εὐχῆς μέρει τὸν ἔρωτα ποιούμενος λέγει που· ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ. Euripides, Sthenoboea : Nauck 672. πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδʼ ἐκ διαβολῆς, ἀλλʼ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι· ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής, καὶ πόλλʼ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντίʼ ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω, χὤστις ἔστʼ ἀνὴρ σοφός, λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν σκοπῶν δίαιτάν θʼ, θʼ added by Boissonade from an ancient quotation. ἥντινʼ ἡμερεύεται. ἡμερεύεται Gainsford: ἐμπορεύεται MSS. ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ἐσθʼ οἵοισπερ ἥδεται H. Wolf: ἔστιν οἵσπερ ἥδεται or ἔστιν ἕκαστος οἷσπερ ἥδεται MSS. ξυνών. Euripides, Phoenix : Nauck 812. σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς γνώμας ἃς ἀποφαίνεται ὁ ποιητής. ἤδη δὲ πολλῶν πραγμάτων φησὶ γεγενῆσθαι κριτής, ὥσπερ νῦν ὑμεῖς δικασταί, καὶ τὰς κρίσεις οὐκ ἐκ τῶν μαρτυριῶν, ἀλλʼ ἐκ τῶν ἐπιτηδευμάτων καὶ τῶν ὁμιλιῶν, φησι ποιεῖσθαι, ἐκεῖσε ἀποβλέπων, πῶς τὸν καθʼ ἡμέραν βίον ζῇ ὁ κρινόμενος, καὶ ὅντινα τρόπον διοικεῖ τὴν ἑαυτοῦ οἰκίαν, ὡς παραπλησίως αὐτὸν καὶ τὰ τῆς πόλεως διοικήσοντα· καὶ τίσι χαίρει πλησιάζων· καὶ τελευτῶν οὐκ ὤκνησεν ἀποφήνασθαι τοιοῦτον εἶναι οἵοισπερ οἵοισπερ Taylor: οἷσπερ MSS. ἥδεται ξυνών. οὐκοῦν δίκαιον καὶ περὶ Τιμάρχου τοῖς αὐτοῖς ὑμᾶς Εὐριπίδῃ χρήσασθαι λογισμοῖς. πῶς διῴκηκε τὴν ἑαυτοῦ οὐσίαν; κατεδήδοκε τὰ πατρῷα καὶ καὶ Hamaker: καὶ τὰ τῶν φίλων MSS. μεμισθαρνηκὼς τῷ σώματι καὶ δωροδοκῶν δημοσίᾳ πάντʼ ἠφάνικεν, ὥστε μηδὲν ἄλλʼ ἢ τὰς αἰσχύνας αὐτῷ περιεῖναι. χαίρει δὲ τῷ συνών; Ἡγησάνδρῳ. ὁ δʼ Ἡγήσανδρος ἐκ τίνων ἐστὶν ἐπιτηδευμάτων; ἐκ τούτων ἃ τὸν πράξαντα οἱ νόμοι ἀπαγορεύουσι μὴ δημηγορεῖν. ἐγὼ δὲ τί λέγω κατὰ Τιμάρχου, καὶ τίνα ποτʼ ἐστὶν ἃ ἀντιγέγραμμαι; δημηγορεῖν The MSS. have μὴ δημηγορεῖν · Blass brackets μὴ. Τίμαρχον πεπορνευμένον καὶ τὴν πατρῴαν οὐσίαν κατεδηδοκότα. ὑμεῖς δὲ τί ὀμωμόκατε; ὑπὲρ αὐτῶν ψηφιεῖσθαι ὧν ἂν ἡ δίωξις ᾖ. ἵνα δὲ μὴ μακρολογῶ περὶ τῶν ποιητῶν διεξιών, ἀνδρῶν ἐρῶ πρεσβυτέρων καὶ γνωρίμων ὑμῖν ὀνόματα καὶ μειρακίων καὶ παίδων, ὧν τοῖς μὲν διὰ τὴν εὐπρέπειαν πολλοὶ γεγόνασιν ἐρασταί, ἐνίοις δὲ τῶν ἐν ἡλικίᾳ ἔτι καὶ νῦν εἰσίν, ὧν οὐδεὶς πώποτʼ εἰς τὰς αὐτὰς αἰτίας ἀφῖκται Τιμάρχῳ· καὶ πάλιν ὑμῖν ἀντιδιέξειμι ἀνθρώπων πεπορνευμένων αἰσχρῶς καὶ φανερῶς ὀνόματα, ἵνα ὑμεῖς ἀναμνησθέντες κατανείμητε εἰς τὴν προσήκουσαν τάξιν Τίμαρχον.