καθεύδοντος δʼ αὐτοῦ ἐπὶ τῇ πυρᾷ, ὥς φησιν ὁ ποιητής, εἴδωλον ἐφίσταται Πατρόκλου, καὶ τοιούτων ἐπεμνήσθη καὶ τοιαῦτα ἐπέσκηψε τῷ Ἀχιλλεῖ, ἐφʼ οἷς καὶ δακρῦσαι καὶ ζηλῶσαι τὴν ἀρετὴν καὶ τὴν φιλίαν ἄξιον αὐτῶν ἐστιν. ἐπισκήπτει μὲν γὰρ αὐτῷ, προειπὼν ὅτι οὐδὲ ἐκεῖνος ἀπέχει μακρὰν τῆς τοῦ βίου τελευτῆς, εἴ πως εἴη δυνατόν, προδιοικήσασθαι, ὅπως τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ ἐτράφησαν καὶ ἐβίωσαν ἐν τῷ αὐτῷ, οὕτω καὶ τελευτησάντων αὐτῶν τὰ ὀστᾶ ἐν τῇ αὐτῇ σορῷ κείσεται· ὀδυρόμενος δὲ καὶ τὰς διατριβὰς διεξιὼν ἃς μετʼ ἀλλήλων ζῶντες διέτριβον, λέγει ὅτι οὐκέτι περὶ τῶν μεγίστων, ὥσπερ τὸ πρότερον, καθεζόμενοι μετʼ ἀλλήλων μόνοι ἄπωθεν τῶν ἄλλων φίλων βουλευσόμεθα, τὴν πίστιν οἶμαι καὶ τὴν εὔνοιαν ποθεινοτάτην ἡγούμενος εἶναι. ἵνα δὲ καὶ διὰ τοῦ μέτρου τὰς γνώμας ἀκούσητε τοῦ ποιητοῦ, ἀναγνώσεται ὑμῖν ὁ γραμματεὺς τὰ ἔπη τὰ περὶ τούτων ἃ Ὅμηρος πεποίηκε. λέγε πρῶτον τὰ περὶ τῆς Ἕκτορος τιμωρίας. ἀλλʼ ἐπεὶ οὖν, φίλʼ ἑταῖρε, σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ, πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλήν, μεγαθύμου σεῖο φονῆος. Hom. Il . 18.333-35 ἀναγίγνωσκε δὴ ἃ περὶ τοῦ ὁμοτάφους αὐτοὺς γενέσθαι λέγει ἐν τῷ ὕπνῳ ὁ Πάτροκλος, καὶ περὶ τῶν διατριβῶν, ἃς συνδιέτριβον ἀλλήλοις. οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν· ἀλλʼ ἐμὲ μὲν Κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ· καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι, μαρνάμενον δηίοις Ἑλένης ἕνεκʼ ἠυκόμοιο. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ἵνα πέρ σε καὶ αὐτὸν ὁμοίη γαῖα κεκεύθῃ, χρυσέῳ ἐν ἀμφιφορεῖ, τόν τοι πόρε πότνια μήτηρ, ὡς ὁμοῦ ἐτράφομέν περ ἐν ὑμετέροισι δόμοισιν, εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος, νήπιος, οὐκ ἐθέλων, ἀμφʼ ἀστραγάλοισι χολωθείς· ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτρεφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν· ὣς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι. Hom. Il. 23.77-94 ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις. ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος. τὴν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι, ὅ μοι πολὺ φίλτατος ἔσκεν. Hom. Il. 18.95-99