οἱ γὰρ πατέρες ἡμῶν, ὅθʼ ὑπὲρ τῶν ἐπιτηδευμάτων καὶ τῶν ἐκ φύσεως ἀναγκαίων ἐνομοθέτουν, ἃ τοῖς ἐλευθέροις ἡγοῦντο εἶναι πρακτέα, ταῦτα τοῖς δούλοις ἀπεῖπον μὴ ποιεῖν. δοῦλον, φησὶν ὁ νόμος, μὴ γυμνάζεσθαι μηδὲ ξηραλοιφεῖν ἐν ταῖς παλαίστραις. καὶ οὐκέτι προσέγραψε· τὸν δʼ ἐλεύθερον ἀλείφεσθαι καὶ γυμνάζεσθαι. ὁπότε γὰρ οἱ νομοθέται τὸ καλὸν τὸ ἐκ τῶν γυμνασίων κατιδόντες ἀπεῖπον τοῖς δούλοις μὴ μετέχειν, τῷ αὐτῷ τῷ αὐτῷ Blass: τῷ αὐτῷ νόμῳ or τούτῳ αὐτῷ λόγῳ MSS. ἡγοῦντο, ᾧ ἐκείνους ἐκώλυον, τοὺς ἐλευθέρους προτρέπειν. προτρέπειν Cobet: προτρέπειν ἐπὶ τὰ γυμνάσια MSS.