οὐκ ἀφέξεται δέ, ὥς φασιν, οὐδὲ τῶν Ὁμήρου ποιημάτων οὐδὲ τῶν ὀνομάτων τῶν ἡρωικῶν, ἀλλὰ καὶ τὴν λεγομένην γενέσθαι φιλίαν διʼ ἔρωτα Πατρόκλου καὶ Ἀχιλλέως ὑμνήσει, καὶ τὸ κάλλος, ὥσπερ οὐ πάλαι μακαριζόμενον, ἂν τύχῃ σωφροσύνης, νῦν ἐγκωμιάσεται. εἰ γὰρ τὴν τοῦ σώματος εὐπρέπειαν ταύτην τινὲς διαβάλλοντες συμφορὰν τοῖς ἔχουσι καταστήσουσιν, οὐ ταὐτὰ κοινῇ ψηφιεῖσθαί φησιν ὑμᾶς καὶ ἰδίᾳ εὔχεσθαι·