ἀναμνήσθητε οὖν, ὦ ἄνδρες, τίνι κέχρησθε φήμῃ περὶ Τιμάρχου. οὐχ ἅμα τοὔνομα λέγεται καὶ τὸ ἐρώτημα ἐρωτᾶτε· ποῖος Τίμαρχος; ὁ πόρνος; ἔπειτα εἰ μὲν μάρτυρας παρειχόμην περί τινος, ἐπιστεύετʼ ἄν μοι· εἰ δὲ τὴν θεὸν μάρτυρα παρέχομαι, οὐ πιστεύσετε; ᾗ οὐδὲ ψευδομαρτυρίων θέμις ἐστὶν ἐπισκήψασθαι.