παραφέρει δʼ αὑτὸν ἐν σκώμματος μέρει, ὡς ἡδὺς ὢν ὢν added by Dobree. ἀνὴρ καὶ περὶ τὰς ἰδίας διατριβὰς γελοῖος· εἰ μὴ καὶ ἐμὲ δεῖ, φησίν, ὑπακούειν τοῖς ὄχλοις μὴ Δημοσθένην καλούμενον, ἀλλὰ Βάταλον, ὅτι ταύτην ἐξ ὑποκορίσματος τίτθης τὴν ἐπωνυμίαν ἔχω. εἰ δὲ Τίμαρχος ὡραῖος ἐγένετο καὶ σκώπτεται τῇ τοῦ πράγματος διαβολῇ καὶ μὴ τοῖς αὑτοῦ ἔργοις, οὐ δήπου διὰ τοῦτʼ αὐτόν φησι δεῖν συμφορᾷ περιπεσεῖν.