Μαρτυρίαι. Συνθῆκαι περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνήλωκε, καὶ τὴν ὕβριν τὴν εἰς τὸ ἑαυτοῦ σῶμα ὡς ὑπερεώρακε, συνῇστε συνῇστε Cobet: σύνιστε MSS. μὲν καὶ πρὶν ἐμὲ λέγειν, ἱκανῶς δʼ ὑμᾶς ὑπομέμνηκε ὑπομέμνηκε Cobet: ὑπομιμνήσκει MSS. καὶ ὁ παρʼ ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται, ἐφʼ οἷς ἐμαυτόν τʼ εἰπεῖν εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ὑπὲρ τῆς πόλεως ὡς προῄρημαι, ὑμᾶς τε βουλοίμην ἂν οἷς ἐγὼ μέλλω λέγειν προσέχειν προσέχειν Weidner: προσέχειν τὸν νοῦν or προσέχειν τὴν γνώμην MSS. καὶ παρακολουθεῖν εὐμαθῶς.