ἀλλὰ περὶ μὲν τὰς κληρωτὰς ἀρχάς ἐστι τοιοῦτος, περὶ δὲ τὰς χειροτονητὰς βελτίων. καὶ τίς ὑμῶν οὐκ οἶδεν ὡς περιβοήτως ἐξηλέγχθη κλέπτης ὤν; πεμφθεὶς γὰρ ὑφʼ ὑμῶν ἐξεταστὴς τῶν ἐν Ἐρετρίᾳ ξένων, μόνος τῶν ἐξεταστῶν ὡμολόγει λαβεῖν ἀργύριον, καὶ οὐ περὶ τοῦ πράγματος ἀπελογεῖτο, ἀλλʼ εὐθὺς περὶ τοῦ τιμήματος ἱκέτευεν ὁμολογῶν ἀδικεῖν. ὑμεῖς δὲ τοῖς μὲν ἐξάρνοις ἐτιμήσατε ταλάντου ἑκάστῳ, τούτῳ δὲ τριάκοντα μνῶν. οἱ δὲ νόμοι κελεύουσι τῶν κλεπτῶν τοὺς μὲν ὁμολογοῦντας θανάτῳ ζημιοῦσθαι, τοὺς δʼ ἀρνουμένους κρίνεσθαι. τοιγάρτοι οὕτως ὑμῶν κατεφρόνησεν,