οὐ τοίνυν μόνον τὰ πατρῷα κατεδήδοκεν, ἀλλὰ καὶ τὰ κοινὰ τὰ ὑμέτερα, ὅσων πώποτε κύριος γέγονεν. οὗτος γὰρ ταύτην τὴν ἡλικίαν ἔχων ἣν ὑμεῖς ὁρᾶτε, οὐκ ἔστιν ἥντινα ἥντινα Cobet: ἥντινα πώποτ’ MSS. οὐκ ἧρξεν ἀρχήν, οὐδεμίαν λαχὼν οὐδὲ χειροτονηθείς, ἀλλὰ πάσας παρὰ τοὺς νόμους πριάμενος. ὧν τὰς μὲν πλείστας παρήσω, δυοῖν δʼ ἢ τριῶν μόνον μνησθήσομαι.