Μαρτυρίαι ὡς τοίνυν ἐκέκτητο ὁ πατὴρ αὐτοῦ ἀργύριον οὐκ ὀλίγον, ὃ οὗτος ἠφάνικε, τοῦθʼ ὑμῖν ἐπιδείξω. φοβηθεὶς γὰρ τὰς λῃτουργίας ἀπέδοτο ἃ ἦν αὐτῷ κτήματα ἄνευ τῶν ἀρτίως εἰρημένων, χωρίον Κηφισιᾶσιν, ἕτερον ἕτερον Cobet: ἕτερον ἀγρὸν MSS. Ἀμφιτροπῆσιν, ἐργαστήρια δύο ἐν τοῖς ἀργυρείοις, ἓν μὲν ἐν Αὐλῶνι, ἕτερον δʼ ἐπὶ Θρασύλλῳ.