Μαρτυρίαι ὡς τοίνυν ἐκέκτητο ὁ πατὴρ αὐτοῦ ἀργύριον οὐκ ὀλίγον, ὃ οὗτος ἠφάνικε, τοῦθʼ ὑμῖν ἐπιδείξω. φοβηθεὶς γὰρ τὰς λῃτουργίας ἀπέδοτο ἃ ἦν αὐτῷ κτήματα ἄνευ τῶν ἀρτίως εἰρημένων, χωρίον Κηφισιᾶσιν, ἕτερον ἕτερον Cobet: ἕτερον ἀγρὸν MSS. Ἀμφιτροπῆσιν, ἐργαστήρια δύο ἐν τοῖς ἀργυρείοις, ἓν μὲν ἐν Αὐλῶνι, ἕτερον δʼ ἐπὶ Θρασύλλῳ. ὅθεν δὲ ταῦτʼ ηὐπόρησεν, ἐγὼ ἐρῶ. ἦσαν οὗτοι τρεῖς ἀδελφοί, Εὐπόλεμός τε ὁ παιδοτρίβης καὶ Ἀρίζηλος ὁ τούτου πατὴρ καὶ Ἀρίγνωτος, ὃς ἔτι καὶ νῦν ἔστι, πρεσβύτης διεφθαρμένος τοὺς ὀφθαλμούς. τούτων πρῶτος ἐτελεύτησεν Εὐπόλεμος, ἀνεμήτου τῆς οὐσίας οὔσης, δεύτερος δʼ Ἀρίζηλος ὁ Τιμάρχου πατήρ· ὅτε δʼ ἔζη, πᾶσαν τὴν οὐσίαν διεχείριζε διὰ τὴν ἀσθένειαν καὶ τὴν συμφορὰν τὴν περὶ τὰ ὄμματα τοῦ Ἀριγνώτου καὶ διὰ τὸ τετελευτηκέναι τὸν Εὐπόλεμον, καί τι καὶ εἰς τροφὴν συνταξάμενος ἐδίδου τῷ Ἀριγνώτῳ. ἐπεὶ δὲ καὶ ὁ Ἀρίζηλος ἐτελεύτησεν ὁ Τιμάρχου τουτουὶ πατήρ, τοὺς μὲν πρώτους χρόνους, ἕως παῖς ἦν οὗτος, ἅπαντα τὰ μέτρια ἐγίγνετο παρὰ τῶν ἐπιτρόπων τῷ Ἀριγνώτῳ· ἐπειδὴ δʼ ἐνεγράφη Τίμαρχος εἰς τὸ ληξιαρχικὸν γραμματεῖον καὶ κύριος ἐγένετο τῆς οὐσίας, παρωσάμενος ἄνδρα πρεσβύτην καὶ ἠτυχηκότα, θεῖον ἑαυτοῦ, τήν τε οὐσίαν ἠφάνισε, καὶ τῶν ἐπιτηδείων οὐδὲν ἐδίδου τῷ Ἀριγνώτῳ, ἀλλὰ περιεῖδεν ἐκ τοσαύτης οὐσίας ἐν τοῖς ἀδυνάτοις μισθοφοροῦντα. καὶ τὸ τελευταῖον, ὃ καὶ δεινότατον, ἀπολειφθέντος τοῦ πρεσβύτου τῆς γιγνομένης τοῖς ἀδυνάτοις δοκιμασίας, καὶ καὶ added by Franke. ἱκετηρίαν θέντος εἰς τὴν βουλὴν ὑπὲρ τοῦ μισθοῦ, βουλευτὴς ὢν καὶ προεδρεύων ἐκείνην τὴν ἡμέραν, οὐκ ἠξίωσεν αὐτῷ συνειπεῖν, ἀλλὰ περιεῖδεν ἀπολέσαντα τὸν τῆς πρυτανείας μισθόν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Ἀρίγνωτον Σφήττιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε. Μαρτυρία ἀλλʼ ἴσως ἄν τις εἴποι, ὡς ἀποδόμενος τὴν πατρῴαν οἰκίαν ἑτέραν ἄλλοθί του τοῦ ἄστεως ἐκτήσατο, ἀντὶ δὲ τῆς ἐσχατιᾶς καὶ τοῦ χωρίου τοῦ Ἀλωπεκῆσι καὶ τῶν δημιουργῶν καὶ τῶν ἄλλων εἰς τἀργύρειά τι κατεσκευάσατο, ὥσπερ καὶ ὁ πατὴρ αὐτοῦ πρότερον. ἀλλʼ οὐκ ἔστι τούτῳ λοιπὸν οὐκ οἰκία, οὐ συνοικία, οὐ συνοικία, οὐ χωρίον, οὐκ οἰκέται, οὐ δάνεισμα, οὐκ ἄλλʼ οὐδὲν ἀφʼ ὧν ἄνθρωποι μὴ κακοῦργοι ζῶσιν. ἀλλὰ τούτῳ ἀντὶ τῶν πατρῴων περίεστι βδελυρία, συκοφαντία, θράσος, τρυφή, δειλία, ἀναίδεια, τὸ μὴ ἐπίστασθαι ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχροῖς· ἐξ ὧν ἂν ὁ κάκιστος καὶ ἀλυσιτελέστατος πολίτης γένοιτο.