ῥεῖα φέροις, φιαρὴν δὲ ποτοῦ ἀποαίνυσο γρῆυν. καί τε σύ γ’ ἢ μαλάχης ῥαδάμους ἢ φυλλάδα τήξας χυλῷ ἐνὶ κλώθοντι κακηπελέοντα κορέσσαις. πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά· ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο κόλποις ἰκμήνειας· ὃ γάρ τ’ ἀναδέξεται ἰλύν. καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οἶον ἐρύξει, Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν, αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης, ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις, Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης. ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος, ἔνθα τε νύμφη Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί. πολλάκι δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις· καί τε σύ γ’ ἢ καρύης ἄπο δάκρυον ἢ ἀταλύμνου ἢ πτελέης, ὅ τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις, κόμμινά τε χλιόωντι ποτῷ ἐπαρωγέα τήξαις, ὄφρα τὰ μέν τ’ ἐρύγῃσι, τὰ δ’ ἑψητοῖσι δαμασθεὶς ἀλθήσῃ ὑδάτεσσιν, ὅτ’ ἰκμήνῃ δέμας ἱδρώς. καί κεν ὅγ’ ἄλλοτε δόρπα δεδεγμένος, ἄλλοτε δ’ οἴνης πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι. Μὴ μὲν, κανθαρίδος σιτηβόρου εὖτ’ ἂν ὀδώδῃ, κεῖνο ποτὸν δέξαιτο, χυτῇ ἐναλίγκια πίσσῃ· πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου. Αἳ δ’ ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμὸν τεύχουσιν, τοτὲ δ’ αὖτε περὶ στόμα νείατα γαστρός·