γυῖα καταθρύπτῃσι βιαζομένη πυρὸς αὐγή· καί τε βοὸς νέα γέντα περιφλίοντος ἀλοιφῇ τηξάμενος κορέσαιο ποτῷ εὐχανδέα νηδύν· ναὶ μὴν βαλσάμοιο τότ’ ἐν σταγόνεσσι γάλακτος θηλυτέρης πώλοιο χέαις ὀπὸν, ἄλλοτε νύμφαις, ἔστ’ ἂν ὑπὲκ φάρυγος χεύῃ παναεργέα δόρπον. πολλάκι δ’ ἢ σκίνακος δερκευνέος ἢ ἀπὸ νεβροῦ πυετίην τμήξαιο, πόροις δ’ ἐν νέκταρι φύρσας, ἄλλοτε καὶ μορέης ἀπὸ ῥίζεα φοινηέσσης, ὅλμου ἐνὶ στύπεϊ προβαλὼν καὶ ὁμήρεα κόψας οἴνῳ, ἐνεψηθέντα πόροις καμάτοισι μελίσσης, καί κεν ἐπικρατέουσαν ἀπεχθέα νοῦσον ἀλάλκοις φωτὸς, ὁ δ’ ἀσφαλέεσσι πάλιν μετὰ ποσσὶν ὁδεύοι. Δεύτερα δ’ αἰγλήεντος ἐπιφράζευ πόσιν ἐχθρὴν κιρναμένην ὀλοοῦ ψιμυθίου, ἢ τε γάλακτι πάντοθεν ἀφρίζοντι νέην εἰδήνατο χροιὴν, πελλίσιν ἐν γρώνῃσιν ὅτ’ εἴαρι πῖον ἀμέλξαις Τοῦ μὲν ὑπὲρ γένυάς τε καὶ ᾗ ῥυσαίνεται οὖλα ἀφρὸς ἐπιστύφων ἐμπλάσσεται, ἀμφὶ καὶ ὁλκὸς τέτρηχε γλώσσης, νέατος δ’ ὑποκάρφεται ἰσθμός· ξηρὰ δ’ ἐπιλλύζων ὀλοῇ χελλύσσεται ἄτῃ· ἀβλεμὲς ἦ γὰρ κεῖνο πέλει βάρος, αὐτὰρ ὃ θυμῷ ναυσιόεις ὀλοοῖσιν ὑποτρύει καμάτοισι· πολλάκι δ’ ἐν φαέεσσιν ἄλην ἑτερειδέα λεύσσων, ἄλλοτε δ’ ὑπναλέος ψύχει δέμας, οὐδ’ ἔτι γυῖα ὡς τὸ πάρος δονέει, καμάτῳ δ’ ὑποδάμναται εἴκων. Τῷ καὶ πρημαδίης ἢ ὀρχάδος εἶαρ ἐλαίης ἢ ἔτι μυρτίνης σχεδίην δεπάεσσιν ὀρέξαις, ὄφρ’ ἂν ὀλισθήνασα χέῃ κακὰ φάρμακα νηδύς· ἠὲ σύ γ’ οὐθατόεντα διοιδέα μαζὸν ἀμέλξας