πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή. Τῷ δ’ ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος, ἄλλοτε δ’ ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις οὐρείην ὑπέρεικον, ὅθ’ ὑσσώπου ὀροδάμνους, πολλάκι δ’ ἀγριόεντα κράδην, σπέραδός τε σελίνου Ἴσθμιον, ᾧ θ’ ὑπὸ κοῦρον ἀλίβλαπτον Μελικέρτην Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους. ἠὲ σύ γ’ ἐν πέπεριν ῥυτῇ συνομήρεα φώξας οἴνῳ ἐνιτρίψαιο, κακῆς δ’ ἀπερύκεο νούσου, κύπρου τε βλαστεῖα νεανθέα, πολλάκι σίδης πρωτόγονον κυτίνοιο πόροις ἀνθήμονα καρπόν. [Μὴ μὲν δὴ σμῖλον σὺ κακὴν ἐλατηίδα μάρψαις Οἰταίην, θανάτοιο πολυκλαύτοιο δότειραν, ἥν τε καὶ ἐμπλείουσα χαλικροτέρη πόσις οἴνης οἴη ἐπαλθήσειε παραχρέος, ἡνίκα φωτὸς ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον.] [Καὶ τὰ μὲν οὖν Νίκανδρος ἑῇ ἐνικάτθετο βίβλῳ μοχθήεντα μύκητα παρ’ ἀνέρι φαρμακόεντα. Πρὸς δ’ ἔτι τοῖς, Δίκτυννα τεῆς ἐχθήρατο κλῶνας Ἥρη τ’ Ἰμβρασίη μούνη στέφος οὐχ ὑπέδεκτο κάλλεος, οὕνεκα Κύπριν, ὅτ’ εἰς ἔριν ἠέρθησαν ἀθάναται, κόσμησεν ἐν Ἰδαίοισιν ὄρεσσι, — τῆς σύ γ’ ἀπ’ εὐύδροιο νάπης, εὐαλθὲς ὄνειαρ. καρπὸν πορφυρόεντα συναλδέα χειμερίῃσιν ἠελίου θαλφθέντα βολαῖς δοίδυκι λεήνας χυλὸν ὑπὲκ λεπτῆς ὀθόνης ἢ σχοινίδι κύρτῃ ἐκθλίψαντα πορεῖν κυάθου κοτυληδόνα πλήρη ἢ πλεῖον, πλεῖον γὰρ ὀνήιον· — οὐ γὰρ ἀνιγρὸν πῶμα βροτοῖς·— τόδε γάρ τε καὶ ἄρκιον, αἴκε πίῃσθα.] Καί κ’ ἔνθ’ ὑμνοπόλοιο καὶ εἰσέτι Νικάνδροιο