πᾶς δὲ παρὰ δρακέεσσι φανεὶς ἐχθαίρεται ἔλλοψ, αὐτὰρ ὃ ναυσιόεις ἁλίην ἀπεμύξατο δαῖτα. Τῷ μὲν Φωκήεσσαν ἅλις πόσιν ἐλλεβόροιο νείμειας, τοτὲ δάκρυ νεοβλάστοιο κάμωνος, ὄφρα ποτὸν νέποδός τε κακοῦ ἐκ φύρματα χεύῃ· ἄλλοτε βρωμήεντος ἀμελγόμενος γάλα πίνοι ἠὲ χύτρῳ τήξας μαλάχης λιπόωντας ὀράμνους· καί ποτε κεδρινέης πελάνου βάρος ἔμμορε πίσσης· βρύκοι δ’ ἄλλοτε καρπὸν ἅλις φοινώδεα σίδης Κρησίδος, οἰνωπῆς τε καὶ ἣν Προμένειον ἔπουσι, σὺν δὲ καὶ Αἰγινῆτιν, ὅσαι τὰ σκληρέα κάρφη φοίνι’ ἀραχνήεντι διαφράσσουσι καλύπτρῃ· ἄλλοτε δ’ οἰνοβρῶτα βορὴν ἐν κυρτίδι θλίψαις ὡς εἴ περ νοτέουσαν ὑπὸ τριπτῆρσιν ἐλαίην. Ἤν δέ τις ἀζαλέῃ πεπιεσμένος αὐχένα δίψῃ ἐκ ποταμοῦ ταυρηδὸν ἐπιπροπεσὼν ποτὸν ἴσχῃ λεπτὰ διαστείλας παλάμῃ μνιώδεα θρῖα, τῷ μέν τε ῥοιζηδὰ φιλαίματος ἐμπελάουσα ῥύμῃ ἅλις προὔτυψε ποτοῦ μέτα χήτεϊ βρώμης βδέλλα πάλαι λαπαρή τε καὶ ἱμείρουσα φόνοιο· ἢ ὅθ’ ὑπὸ ζοφερῆς νυκτὸς κεκαλυμμένος αὐγὰς ἀφραδέως κρωσσοῖο κατακλίνας ποτὸν ἴσχῃ χείλεσι πρὸς χείλη πιέσας, τὸ δὲ λαιμὸν ἀμείψῃ κνώδαλον ἀκροτάτοισιν ἐπιπλῶον ὑδάτεσσι, τὰς μὲν ἵνα πρώτιστον ὀχλιζόμενος ῥόος ὤσῃ, ἀθρόα προσφύονται ἀμελγόμεναι χροὸς αἷμα, ἄλλοτε μέν τε πύλῃσιν ἐφήμεναι, ἔνθα τε πνεῦμα αἰὲν ἀθροιζόμενον στεινοῦ διαχεύεται ἰσθμοῦ, ἄλλοτε δὲ στομίοισι πέριξ ἐπενήνοθε γαστρὸς ἀνέρα πημαίνουσα, νέην δ’ ἐπενείματο δαῖτα.