Σιληνοὶ κεραοῖο Διωνύσοιο τιθηνοὶ πρῶτον ἐπαφρίζοντι ποτῷ φρένα θωρηχθέντες ὄθμασι δινήθησαν ἔπι, σφαλεροῖσι δὲ κώλοις Νυσαίην ἀνὰ κλιτὺν ἐπέδραμον ἀφραίνοντες, ὣς οἵγε σκοτόωσι κακῇ βεβαρηότες ἄτῃ. Τὴν μέν τε κλείουσι μυοκτόνον, ἦ γὰρ ἀνιγροὺς παμπήδην ὕρακας λιχμήμονας ἠρήμωσεν, οἱ δέ τε πορδαλιαγχὲς, ἐπεὶ θήρεσσι πελώροις πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ, πολλάκι θηλυφόνον καὶ κάμμαρον· ἐν δ’ Ἀκοναίοις δηλήειν ἀκόνιτον ἐνεβλάστησεν ὀρόγκοις. Τῷ καί που τιτάνοιο χερὸς βάρος ἔσσεται ἄρκος πιμπλαμένης, ὅτε νέκταρ ἐύτριβι κιρρὸν ἀφύσσῃς μετρήδην — κοτύλη δὲ πέλοι καταμέστιος οἴνης —, σὺν δὲ καὶ ἁβροτόνοιο ταμὼν ἄπο καύλεα θάμνου ἢ χλοεροῦ πρασίοιο, τὸ δὴ μελίφυλλον ὑδεῦσι· καί τε σὺ ποιήεντος ἀειθαλέος χαμελαίης βλάστην πηγάνιόν τε πόροις ἐν βάμματι σίμβλων, σβεννὺς αἰθαλόεντα μύδρον γενύεσσι πυράγρης ἠὲ σιδηρήεσσαν ἀπὸ τρύγα, τήν τε καμίνων ἔντοσθεν χοάνοιο διχῆ πυρὸς ἤλασε λιγνύς, ἄλλοτε δὲ χρυσοῖο νέον βάρος ἐν πυρὶ θάλψας ἠὲ καὶ ἀργυρόεν θολερῷ ἐνὶ πώματι βάπτοις· πολλάκι δ’ ἡμιδαὲς χειρὸς βάρος αἴνυσο θρίων παῦρα χαμαιπίτυος, τότ’ ὀνίτιδος αὖον ὀρείης ἠὲ νέον ῥάδικα πολυκνήμοιο κολούσας, τέτρασι δ’ ἐν κυάθοισι χαδεῖν μελιανθέος οἴνης· ἢ ἔτι μυελόεντα χαλικρότερον πότον ἴσχοις ὄρνιθος στρουθοῖο κατοικάδος, εὖθ’ ὑπὸ χύτρῳ