δυσλεπέος καρύοιο, τὸ Καστανὶς ἔτρεφεν αἶα. ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδὺν, ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φώρης· σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα, εὐφίμου τ’ ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου· ἢ καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις, ὄφρ’ ἂν ἔπι στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις. Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα οὐλόμενον λήσειεν, ὅ τ’ ὠκιμοειδὲς ὄδωδε. τοῦ μὲν ὑπὸ γλώσσης νέατος τρηχύνεται ὁλκὸς νέρθεν ἐπιφλεγέθων, τὸ δέ οἱ ἀμπάζεται ἦτορ· λυσσηθεὶς γλῶσσαν δὲ καταπρίει κυνοδόντι, δὴ γὰρ ὅτ’ ἔμπληκτος φρένα δάμναται· ἀμφὶ δὲ δοιοὺς εἰκῇ ἐπιφράσσουσα πόρους τυφλώσατο νηδὺς ὑγρῶν τε βρωτῶν τε, καταπνίγουσα δὲ πνεῦμα ἐντὸς ὑποβρομέει, ὀλίγῳ δ’ ἐνελίσσεται ὄγμῳ πολλάκι δὴ βροντῇσιν ἀνομβρήεντος ὀλύμπου εἰδόμενον, τοτὲ δ’ αὐτε κακοῖς ῥόχθοισι θαλάσσης, οἵοις πετραίῃσιν ὑποβρέμεται σπιλάδεσσι. τῷ καὶ στρευγομένῳ περ ἀνήλυθεν ἐκ καμάτοιο πνεῦμα μόλις, πόσιες δὲ παραυτίκα λύματ’ ἔχευαν φαρμακόεις ὠοῖσιν ἀλίγκια, τοῖά τε βοσκὰς ὀρταλὶς αἰχμητῇσιν ὑπευνασθεῖσα νεοσσοῖς ἄλλοτε μὲν πληγῇσι νέον θρομβήια γαστρὸς ἔκβαλεν ἐν μήνιγξιν ἀνόστεα, πολλάκι νούσῳ δαμναμένη δύσποτμον ὑπὲκ γόνον ἔκχεε γαίῃ. Τῷ μέν τ’ εὐβραχέος ἀψινθίου ἄλγος ἐρύξει ἐνστῦφον πόμα κεῖνο νεοθλίπτῳ ὑπὸ γλεύκει· καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,