ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί’ ἐπιτλὰς ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι ἀσφαλέως, πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα. Τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμὰς οἵ τε παρ’ Εὐφρήταο ῥόον πολέοντες ἀρούρας χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει σάρκα μελαινομένην, πικρὸς δ’ ὑποβόσκεται ὕδρης ἰὸς, σηπόμενον δὲ μύδῳ ἐκρήγνυται ἔρφος. Ἢν δὲ τὸ Μηδείης Κολχηίδος ἐχθόμενον πῦρ κεῖνό τις ἐνδέξηται, ἐφήμερον, οὗ περὶ χείλη δευομένου δυσάλυκτος ἰάπτεται ἄμμιγα κνηθμὸς οἷά τ’ ὀπῷ νιφόεντι κράδης ἢ τρηχέι κνίδῃ χρῶτα μιαινομένοις ἢ καὶ σπειρώδεϊ κόρσῃ σκίλλης, ἥ τ’ ἔκπαγλα νέην φοινίξατο σάρκα. τοῦ καὶ ἐπισχομένοιο περὶ στόμαχον βάρος ἵζει πρῶτον ἐρεπτόμενον, μετέπειτα δὲ λοιγέι συρμῷ ῥιζόθεν ἑλκωθέντα, κακὸν δ’ ἀποήρυγε δειρῆς, ὡς εἴ τε κρεάων θολερὸν πλύμα χεύατο δαιτρός, σὺν δέ τε καὶ νηδὺς μεμιασμένα λύματα βάλλει. Ἀλλὰ σὺ πολλάκι μὲν χαίτην δρυὸς οὐλάδα κόψας, πολλάκι καὶ φηγοῖο πόροις ἀκύλοισιν ὁμαρτῇ, ἠὲ σύ γε βδήλαιο νέον γλάγος ἔνδοθι πέλλης, αὐτὰρ ὃ τοῦ κορέοιτο, καὶ ἐν στομάτεσσιν ἐρύξας. ἦ μὴν πουλυγόνοιο τοτὲ βλαστήματ’ ἀρήξει, ἄλλοτε δὴ ῥιζεῖα καθεψηθέντα γάλακτι. σὺν δὲ καὶ ἀμπελόεις ἕλικας ἐνθρύπτεο νύμφαις, ἴσως καὶ βατόεντα περὶ πτορθεῖα κολούσας. καί τε σὺ γυμνώσειας ἐυτρεφέος νέα τέρφη καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα, νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει