ξηρὰ δ’ ἀναπτύει, νεόθεν δ’ ἐκρήγνυται οὖλα’ πολλάκι δ’ ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ, αὐτὰρ ὃ μηκάζει μανίης ὕπο μυρία φλύζων, δηθάκι δ’ ἀχθόμενος βοάᾳ, ἅ τις ἐμπελάδην φὼς ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθεὶς, ἢ ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν Ἰδαίης ῥιγηλὸν ὅτ’ εἰσαῖωσιν ὑλαγμόν· ὣς ὃ νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται ὠρυδὸν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων θήγει λευκὸν ὀδόντα, παραφρίζει δὲ χαλινοῖς. Τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιάξας νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις. ὄφρ’ ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην. ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς· καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη οὔρεσιν ἐνθρέφθεντα πόροις ἀπὸ σίνεα κόψας, ἢ ἔτι καὶ κλήροισιν ἐπήβολα, τοῖά περ ὧραι εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις, ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος κεῖνο φυτὸν Κρήτηθεν, ὃ δή ῥ’ ἐκόμισσαν ἄναυροι· 235 πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας ὕδασιν ἐμβρέξαιο, νέην δ’ ὀσμήρεα γληχὼ σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων. καί τε σύ γ’ ἢ ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων παῦρα λίπος στάξειας ἀνοιγομένος στομάτεσσιν,