ἀμνὸς Χησιάδεσσι νέον σημήνατο νύμφαις Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις· ἢ καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις· σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους, ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα, πολλάκι χραίνοις ἰρινέῳ, τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν. Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθὲς ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται, οἳ μέν τ’ ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι δήμια λαβράζουσι παραπλῆγές θ’ ἅτε Βάκχαι ὀξὺ μέλος βοόωσιν ἀταρμύκτῳ φρενὸς οἴστρῳ. Τῷ μέν τ’ ἐξ ἑδανοῖο πόροις δέπας ἔμπλεον οἴνης, Πράμνιον αὐτοκρηὲς, ὅπως ὑπετύψατο ληνοῦ· ἢ νύμφαις τήξαιο βαλὼν ἁλὸς ἔμπλεα κύμβην· πολλάκι δ’ ὀρταλίχων ἁπαλὴν ὠδῖνα κενώσας ἀφρὸν ἐπεγκεράσαιο, θοοῦ δορπήια κέπφου. τῷ γὰρ δὴ ζωήν τε σαοῖ, καὶ πότμον ἐπισπεῖ εὖτε δόλοις νήχοντα κακοφθόρα τέκν’ ἁλιήων οἰωνὸν χραίνωσιν, ὃ δ’ ἐς χέρας ἔμπεσε παίδων θηρεύων ἀφροῖο νέην κλύδα λευκαίνουσαν. καί τε σύ γ’ ἀγλεύκην βάψαις ἰόεντα θάλασσαν, ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος σὺν πυρί. καὶ γὰρ δὴ τὸ πνοαῖς συνδάμναται ἐχθραῖς· πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ ἀργέστας, καί ῥ’ ἣ μὲν ἀκοσμήεσσα, φιλοργὴς δεσπόζει νηῶν τε καὶ ἐμφθορέων αἰζηῶν, ὕλη δ’ ἐχθομένοιο πυρὸς κατὰ θεσμὸν ἀκούει. ναὶ μὴν ἀτμένιόν τε κεραιόμενον λίπος οἴνῃ ἢ χιόνι γλυκέος μίγδην πόσις ἄλγος ἐρύξει, ἦμος ὑπὸ ζάγκλῃσι περιβρίθουσαν ὀπώρην