ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδὺς ἢ κύστις βρωθεῖσα· περιψαύουσι δ’ ἀνῖαι, θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός · αὐτοὶ δ’ ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτὸς ἄψυχος πεδάει· ὃ δ’ ἀελπέα δάμναται ἄταις, οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου ἠέρ’ ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι. Τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηίσι νύμφαις ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας, νηστείρης Δῃοῦς μορόεν ποτόν, ᾧ ποτε Δῃὼ λαυκανίην ἔβρεξεν ἀν’ ἄστυρον Ἱπποθόωντος Θρηίσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης. δήποτε δ’ ἢ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο, ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης, ἢ ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου, ἐς δ’ ἔμετον κορέσαιο, τὰ δ’ ἀθρόα νειόθι βράσσοις ἐμμαπέως ἔτ’ ἄπεπτα πύλῃ μεμιασμένα δόρπα. πολλάκι δ’ ἐν κλυστῆρι νέον γλάγος οἰὸς ἀμέλξας κλύζε, τὰ δ’ ἤλιθα γαστρὸς ἀφόρδια κεινώσειας· ἄλλοτ’ ἀλυσθαίνοντι ποθὲν γάλα πῖον ἀρήξει· ἠὲ σύ γ’ ἀμπελόεντα γλυκεῖ ἔνι καύλεα κόψαις χλωρὰ, νέον πετάλοισι περιβρίθοντα κολούσας· ἠὲ μελισσάων καμάτῳ ἔνι παῦρα μορύξαις σκορπιόεντα χαδὼν ψαθυρῆς ἐκ ῥίζεα γαίης αἰὲν κεντρήεντα· πόη γε μὲν ὕψι τέθηλεν οἵη περ μολόθουρος, ἔνισχνα δὲ καύλεα βάλλει. καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης Παρθενίης, τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν, Ἰμβρασίδος γαίης χιονώδεος, ἥν τε κεράστης