Ψήχεο δ’ ἐν στέρνῳ προβαλὼν μυλόεντι θυείης> ἐν μέν θ’ ἁβροτάνοιο δύω κομόωντας ὀράμνους καρδάμου ἀμμίγδην· — ὀδελοῦ δέ οἱ αἴσιος ὁλκή· — ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαυχνοῦ λειαίνειν τριπτῆρι· τὰ δὲ τροχοειδέα πλάσσων, τέρσαι ὑποσκιόεντι βαλὼν ἀνεμώδεϊ χώρῳ· αὖα δ’ ἐν ὄλπῃ θρύπτε, καὶ αὐτίκα γυῖα λιπαίνοις. Εἴ γε μὲν ἐκ τριόδοιο μεμιγμένα κνώδαλα χύτρῳ ζωὰ, νέον θορνύντα, καὶ ἐν θρόνα τοιάδε βάλλῃς, δήεις οὐλομένῃσιν ἀλεξητήριον ἄταις· ἐν μὲν γὰρ μυελοῖο νεοσφαγέος ἐλάφοιο δραχμάων τρίφατον δεκάδος καταβάλλεο βρῖθος, ἐν δὲ τρίτην μοῖραν ῥοδέου χοὸς, ἥν τε θυωροὶ πρώτην μεσσατίην τε πολύτριπτον καλέονται· ἰσόμορον δ’ ὠμοῖο χέειν ἀργῆτος ἐλαίου, τετράμορον κηροῖο· τὰ δ’ ἐν περιηγέι γάστρῃ θάλπε κατασπέρχων, ἔστ’ ἂν περὶ σάρκες ἀκάνθης μελδόμεναι θρύπτωνται· ἔπειτα δὲ λάζεο τυκτὴν εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν συμφύρδην ὀφίεσσιν· ἑκὰς δ’ ἀπόερσον ἀκάνθας· καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός. γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδὸν, ἢ ἐπὶ κοῖτον, ἢ ὅταν αὐαλέου θέρεος μεθ’ ἁλώια ἔργα ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον. Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς> ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει, αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς. Τῶν ἤτοι θήλεια παλίγκοτος ἀντομένοισι δάχματι, πλειοτέρη δὲ καὶ ὁλκαίην ἐπὶ σειρήν· τούνεκα καὶ θανάτοιο θοώτερος ἵξεται αἶσα.