πολλὴ γὰρ λιβάσιν παραέξεται, ἀμφί τε χείλη ἔρσεται, ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν. Ἢ σύ γ’ ὑποστορέσαιο λύγον πολυανθέα κόψας, 64ἢ πόλιον βαρύοδμον, ὃ δὴ ῥίγιστον ὄδωδεν· ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη, ναὶ μὴν ἁβροτόνοιο, τό τ’ ἄγριον οὔρεσι θάλλει ἀργεννὴν ὑπὸ πέζαν, ἢ ἑρπύλλοιο νομαίου, ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης. Φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης ἄγνου τε βρύα λευκὰ, καὶ ἐμπρίοντ’ ὀνόγυρον· αὕτως δὲ τρήχοντα ταμὼν ἄπο κλήματα σίδης, ἠὲ καὶ ἀσφοδέλοιο νέον πολυαυξέα μόσχον, τρύχνον τε, σκύρα τ’ ἐχθρὰ, τά τ’ εἴαρι σίνατο βούτην, ἦμος ὅταν σκυρόωσι βόες καυλεῖα φαγοῦσαι· ναὶ μὴν πευκεδάνοιο βαρυπνόου, οὗ τε καὶ ὀδμὴ θηρί ’ ἀποσσεύει τε καὶ ἀντιόωντα διώκει. Καὶ τὰ μὲν εἰκαίῃ παράθου ἀγραυλέι κοίτῃ, ἄλλα δὲ φωλειοῖς· τὰ δὲ διπλάσσαιο χεείαις. Εἴ γε μὲν, ἐς τεῦχος κεραμήιον ἠὲ καὶ ὄλπην κεδρίδας ἐνθρύπτων λιπάοις εὐήρεα γυῖα, ἢ καὶ πευκεδάνοιο βαρυπνόου, ἄλλοτ’ ὀρείου αὖα καταψήχοιο λίπει ἔνι φύλλα κονύζης· αὕτως δ’ ἀλθήεντ’ ἐλελίσφακον, ἐν δέ τε ῥίζαν σιλφίου, ἣν κνηστῆρι κατατρίψειαν ὀδόντες. — Πολλάκι καὶ βροτέην σιάλων ὑποέτρεσαν ὀδμήν. — Εἰ δὲ σύ γε τρίψας ὀλίγῳ ἐν βάμματι κάμπην κηπαίην, δροσόεσσαν, ἐπὶ χλωρηίδα νώτῳ, ἠὲ καὶ ἀγριάδος μαλάχης ἐγκύμονι κάρφει γυῖα πέριξ λιπάσειας, ἀναίμακτός κεν ἰαύοις.