τῆμος ὅτ’ ἀζαλέων φολίδων ἀπεδύσατο γῆρας μῶλυς ἐπιστείβων, ὅτε φωλεὸν εἴαρι φεύγων ὄμμασιν ἀμβλώσσει, μαράθου δέ ἑ νήχυτος ὅρπηξ βοσκηθεὶς ὠκύν τε καὶ αὐγήεντα τίθησι. Θιβρὴν δ’ ἐξελάσεις ὀφίων ἐπιλωβέα κῆρα, καπνείων ἐλάφοιο πολυγλώχινα κεραίην, ἄλλοτε δ’ ἀζαλέην δαίων ἐγγαγίδα πέτρην, ἣν οὐδὲ κρατεροῖο πυρὸς περικαίνυται ὁρμή· ἐν δὲ πολυσχιδέος βλήτρου πυρὶ βάλλεο χαίτην· ἢ σύ γε καχρυόεσσαν ἑλὼν πυριθαλπέα ῥίζαν καρδάμῳ ἀμμίγδην ἰσοελκέι· μίσγε δ’ ἔνοδμον ζορκὸς ἐνὶ πλάστιγγι νέον κέρας ἀσκελὲς ἱστὰς, καί τε μελανθείου βαρυαέος, ἄλλοτε θείου, ἄλλοτε δ’ ἀσφάλτοιο φέρων ἰσοαχθέα μοῖραν· ἠὲ σύ γε Θρήισσαν ἐνιφλέξαις πυρὶ λᾶαν, ἥ θ’ ὕδατι βρεχθεῖσα σελάσσεται, ἔσβεσε δ’ αὐγὴν, τυτθὸν ὅτ’ ὀδμήσαιτο ἐπιχρανθέντος ἐλαίου. Τὴν δ’ ἀπὸ Θρηικίου νομέες ποταμοῖο φέρονται, ὃν Πόντον καλέουσι· τόθι Θρήικες ἀμολγοί, κριοφάγοι μήλοισιν ἀεργηλοῖσιν ἕπονται. Ναὶ μὴν καὶ βαρύοδμος ἐπὶ φλογὶ ζωγρηθεῖσα χαλβάνη, ἄκνηστίς τε, καὶ ἡ πριόνεσσι τομαίη κέδρος, πουλυόδουσι καταψηχθεῖσα γενείοις, ἐν φλογιῇ καπνηλὸν ἄγει καὶ φύξιον ὀδμήν. Τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνὰς κεινώσεις, δαπέδῳ δὲ πεσὼν ὕπνοιο κορέσσῃ. Εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται, ἄγχι δέ τοι νὺξ αὖλιν ἄγει, κοίτου δὲ λιλαίεαι ἔργον ἀνύσσας, τῆμος δὴ ποταμοῖο πολυρραγέος κατὰ δίνας ὑδρηλὴν καλάμινθον ὀπάζεο χαιτήεσσαν·