αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων πιδύεται, χολόεντι νέον πεφορυγμένον ἰῷ· οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις ὠτειλαὶ ῥήγνυνται, ἐπειγόμεναι χροὸς ἄτῃ. Μή ποτέ τοι θήλει’ αἱμορροῒς ἰὸν ἐνείη· τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἶμα· οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες. Εἰ δ’ ἔτυμον, Τροίηθεν ἰοῦσ’ ἐχαλέψατο φύλοις Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν, ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ αὐχέν’ ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰὸν αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον. Τῷ δ’ Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ’ ἀκάνθης δεσμὰ πέριξ νωταία, ῥάχις δ’ ἐξέδραμε γυίων. Ἐξόθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες. Εὖ δ’ ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί’ ὀκέλλει· καὶ κεράων δ’ ἔμπλην δέμας ἄμμορον, ἡ δέ νυ χροιὴ οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει· κράατι δ’ ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρὴ ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην. Τῆς δ’ ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰὸς πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρὶξ σκίδναται, ὡς γήρεια καταψηχθέντος ἀκάνθης· ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι