οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν. Σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν, αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἔασι. Πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοὶ κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν. Ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει· ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὃ κάμνων ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα. Πολλάκι δὴ χολόεντας ἀπήρυγε νηδύος ὄγκους ὠχραίνων δέμας ἀμφίς· ὁ δὲ νοτέων περὶ γυίοις ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς. Χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει, ἄλλοτε δ’ ἠερόεσσα, τότ’ ἄνθεσιν εἴσατο χαλκοῦ. Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην. Ἤτοι ὁ μὲν κόλος ἐστίν, ὁ δ’ αὖ κεράεσσι πεποιθὼς, ἄλλοτε μὲν πισύρεσσιν, ὅτ’ ἐν δοιοῖσι κεράστης, χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν ἢ καὶ ἀματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει. Τῶν ἤτοι σπείρῃσιν ὃ μὲν θοὸς ἀντία θύνει ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός· αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ, οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ, τράμπιδος ὁλκαίης ἀκάτῳ ἴσος, ἥ τε δι’ ἅλμης πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.