παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων ἀνδράσι δάχμα πέλει μεταμώνιον, ἀλλὰ κάκηθες· ἄλλος δ’ αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης· ἄλλῳ δ’ ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον ποικίλον αἰόλλει· πολέες δ’ ἀμάθοισι μιγέντες σπείρῃ λεπραίνονται ἀλινδόμενοι ψαμάθοισι. Φράζεο δ’ αὐαλέαις μὲν ἐπιφρικτὴν φολίδεσσιν ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων. [τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ’ ἐναντίον ἕρπει] [ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.] Ἣ καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ νωχελὲς ἐξ ὁλκοῖο φέρει βάρος, ὑπναλέῳ δὲ αἰὲν ἐπιλλίζουσα φαείνεται ἐνδυκὲς ὄσσῳ· ἀλλ’ ὅταν ἢ δοῦπον νέον οὔασιν ἠέ τιν’ αὐγὴν ἀθρήσῃ, νωθρὴ μὲν ἀπὸ ῥέθεος βάλεν ὕπνον, ὁλκῷ δὲ τροχόεσσαν ἅλων εἱλίξατο γαίῃ, λευγαλέον δ’ ἀνὰ μέσσα κάρη πεφρικὸς ἀείρει. Τῆς ἤτοι μῆκος μὲν, ὃ κύντατον ἔτρεφεν αἶα, ὀργυιῇ μετρητόν· ἀτὰρ περιφαίνεται εὖρος, ὅσσον τ’ αἰγανέης δορατοξόος ἤνυσε τέκτων εἰς ἐνοπὴν ταύρων τε βαρυφθόγγων τε λεόντων. Χροιὴ δ’ ἄλλοτε μὲν ψαφαροῖς ἐπιδέδρομε νώτοις ἢ περὶ μηλινόεσσα καὶ αἰόλος, ἄλλοτε τεφρὴ, πολλάκι δ’ αἰθαλόεσσα, μελαινομένην ὑπὸ βώλῳ Αἰθιόπων οἵην τε πολύστονος εἰς ἅλα Νεῖλος πλησάμενος κατέχευεν ἄσιν, προὔτυψε δὲ πόντῳ. Δοιοὶ δὲ σκυνίοισιν ὑπερφαίνουσι μέτωπον οἷα τύλοι, τὸ δ’ ἔνερθεν ὑπαιφοινίσσεται ὄθμα πολλὸν ὑπὸ σπείρης, ψαφαρὸς δ’ ἀναπίμπραται αὐχὴν ἄκριτα ποιφύσσοντος, ὅτ’ ἀντομένοισιν ὁδουρὸς