Ῥεῖά κέ τοι μορφάς τε σίνη τ’ ὀλοφώια θηρῶν ἀπροϊδῆ τύψαντα λύσιν θ’ ἑτεραλκέα κήδευς, φίλ’ Ἑρμησιάναξ, πολέων κυδίστατε παῶν, ἔμπεδα φωνήσαιμι· σὲ δ’ ἂν πολύεργος ἀροτρεὺς βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύπος, εὖτε καθ’ ὕλην ἢ καὶ ἀροτρεύοντι βάλῃ ἔπι λοιγὸν ὀδόντα, τοῖα περιφρασθέντος ἀλεξητήρια νούσων. Ἀλλ’ ἤτοι κακοεργὰ φαλάγγια, σὺν καὶ ἀνιγροὺς ἑρπηστὰς ἔχιάς τε καὶ ἄχθεα μυρία γαίης Τιτήνων ἐνέπουσιν ἀφ’ αἵματος, εἰ ἐτεόν περ Ἀσκραῖος μυχάτοιο Μελισσήεντος ἐπ’ ὄχθαις Ἡσίοδος κατέλεξε παρ’ ὕδασι Περμησσοῖο. Τὸν δὲ χαλαζήεντα κόρη Τιτηνὶς ἀνῆκε σκορπίον, ἐκ κέντροιο τεθηγμένον, ἦμος ἐπέχρα Βοιωτῷ τεύχουσα κακὸν μόρον Ὠαρίωνι, ἀχράντων ὅτε χερσὶ θεῆς ἐδράξατο πέπλων· αὐτὰρ ὅγε στιβαροῖο κατὰ σφυρὸν ἥλασεν ἴχνευς, σκορπίος ἀπροϊδὴς ὀλίγῳ ὑπὸ λᾶι λοχήσας· τοῦ δὲ τέρας περίσημον ὑπ’ ἀστέρας ἀπλανὲς αὔτως οἷα κυνηλατέοντος ἀείδελον ἐστήρικται. Ἀλλὰ σύ γε σταθμοῖο καὶ αὐλίου ἑρπετὰ φύγδην ῥηιδίως ἐκ πάντα διώξεαι, ἢ ἀπ’ ἐρίπνης, ἠὲ καὶ αὐτοπόνοιο χαμευνάδος, ἦμος ἀν’ ἀγροὺς φεύγων αὐαλέου θέρεος πυρόεσσαν ἀϋτμὴν αἴθριος ἐν καλάμῃ στορέσας ἀκρέσπερος εὕδῃς, ἢ καὶ ἀν’ ὑδρήεντα παρὲκ λόφον, ἢ ἐνὶ βήσσης ἐσχατιῇ, ὅθι πλεῖστα κινώπετα βόσκεται ὕλην, [δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας] καί τε παρὲξ λιστρωτὸν ἅλω δρόμον, ἠδ’ ἵνα ποίη πρῶτα κυϊσκομένη σκιάει χλοάοντας ἰάμνους,