ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων. ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν. ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων· αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην. πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ· πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου; κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον· ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων· ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον, οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον, ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον. ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ, ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα, σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς, ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα, σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω ἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν. αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους. ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων, μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο, ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο. τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος· ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος, ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα· οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι. ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο, οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης. ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν· καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων, ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι. ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ, Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε