ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς. ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα· αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ· αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως, ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε. οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν. ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης. ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην· τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα, δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην· τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι, τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι, κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα, τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων. ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον. εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο, τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,