πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο. τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ. αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα. ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ, τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα, βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν· οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν, οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες, οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων, βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν. οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο, σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι, βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε. οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό, ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι. πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους