καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες. καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο. ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων, αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν. ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια, τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν, ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν. ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς χρυσείῃ φόρμιγγι· θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος· ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο ἀθανάτων ἐν ἀγῶνι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι. ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος· πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες νηχομένοις ἴκελοι· δοιὼ δʼ ἀναφυσιόωντες ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς. τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς. ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,