ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν, δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων, οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν· τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα. στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν· κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια. ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε. τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω. ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν. τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι, ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες. ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος, Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες. Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα