τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους. θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες. πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον, μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν. εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ, κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε, δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν, ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο. χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι. πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο. ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός, ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς· τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων, δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν, σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν. οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν. τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ. ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο, ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει, ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ