<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="91">νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο</l><l n="92">νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.</l><l n="93"><del>αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</del></l><l n="94">ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα</l><l n="95">ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.</l><l n="96">μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν</l><l n="97">ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε</l><l n="98">ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο</l><l n="99"><del>αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.</del></l><l n="100">ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·</l><l n="101">πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·</l><l n="102">νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ</l><l n="103">αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι</l><l n="104">σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.</l><l n="105">οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.</l><l n="106"><milestone ed="P" unit="para"/>εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω</l><l n="107">εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.</l><l n="108">ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.</l><milestone n="109" ed="p" unit="card"/><l n="109"><milestone ed="P" unit="para"/>χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων</l><l n="110">ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.</l><l n="111">οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·</l><l n="112">ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες</l><l n="113">νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν</l><l n="114">γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι</l><l n="115">τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·</l><l n="116">θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα</l><l n="117">τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα</l><l n="118">αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ</l><l n="119">ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.</l><l n="120">ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.</l></div></body></text></TEI>