<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="808">νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.</l><l n="809">τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.</l><l n="810"><milestone ed="P" unit="para"/>εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,</l><l n="811">πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·</l><l n="812">ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι</l><l n="813">ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.</l><l n="814"><milestone ed="P" unit="para"/>παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην</l><l n="815">ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι</l><l n="816">βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,</l><l n="817">νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον</l><l n="818">εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.</l><l n="819"><milestone ed="P" unit="para"/>τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ</l><l n="820">μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην</l><l n="821">ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.</l><l n="822"><milestone ed="P" unit="para"/>αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ,</l><l n="823">αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.</l><l n="824">ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.</l><l n="825">ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.</l><l n="826">τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα</l><l n="827">εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,</l><l n="828">ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.</l></div></body></text></TEI>