νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται. τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς. εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ, πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν· ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ. παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι, νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν. τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων. αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ, αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι. ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν. ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.