σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ· ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς. μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς. εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν. ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ. Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι. πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί· ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις. Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα