<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="778">ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·</l><l n="779">τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.</l><l n="780">Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι</l><l n="781">σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.</l><l n="782"><milestone ed="P" unit="para"/>ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,</l><l n="783">ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,</l><l n="784">οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.</l><l n="785">οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι</l><l n="786">ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων</l><l n="787">σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·</l><l n="788">ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν</l><l n="789">ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.</l><l n="790">μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον</l><l n="791">ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.</l><l n="792"><milestone ed="P" unit="para"/>εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα</l><l n="793">γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.</l><l n="794">ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς</l><l n="795">μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="796">καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς</l><l n="797">πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ</l><l n="798">τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε</l><l n="799">ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.</l><milestone n="800" ed="p" unit="card"/><l n="800">Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν</l><l n="801">οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.</l><l n="802"><milestone ed="P" unit="para"/>πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·</l><l n="803">ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν</l><l n="804">Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.</l><l n="805">Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν</l><l n="806">εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ</l><l n="807">βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα</l></div></body></text></TEI>