<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="766">πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην</l><l n="767">ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.</l><l n="769"><milestone ed="P" unit="para"/>αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,</l><l n="768">εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.</l><l n="770">Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·</l><l n="771">τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·</l><l n="772">ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς</l><l n="773">ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·</l><l n="774">ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,</l><l n="775">ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·</l><l n="776">ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·</l><l n="777">τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης</l><l n="778">ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·</l><l n="779">τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.</l><l n="780">Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι</l><l n="781">σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.</l><l n="782"><milestone ed="P" unit="para"/>ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,</l><l n="783">ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,</l><l n="784">οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.</l><l n="785">οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι</l><l n="786">ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων</l></div></body></text></TEI>